Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.1 Joseph. AJ 11.5 (English) >>Joseph. AJ 11.9

11.2ὡς μετὰ τὸ δουλεῦσαι Ναβουχοδονοσόρῳ καὶ τοῖς ἐκγόνοις αὐτοῦ καὶ ταύτην ὑπομεῖναι τὴν δουλείαν ἐπὶ ἔτη ἑβδομήκοντα πάλιν αὐτοὺς εἰς τὴν πάτριον ἀποκαταστήσει γῆν καὶ τὸν ναὸν οἰκοδομήσουσι καὶ τῆς ἀρχαίας ἀπολαύσουσιν εὐδαιμονίας, ταῦτʼ αὐτοῖς παρέσχεν. 11.3παρορμήσας γὰρ τὴν Κύρου ψυχὴν ἐποίησεν αὐτὸν γράψαι κατὰ πᾶσαν τὴν Ἀσίαν, ὅτι Κῦρος βασιλεὺς λέγει· “ἐπεί με θεὸς μέγιστος τῆς οἰκουμένης ἀπέδειξε βασιλέα, πείθομαι τοῦτον εἶναι, ὃν τὸ τῶν Ἰσραηλιτῶν ἔθνος προσκυνεῖ. 11.4καὶ γὰρ τοὐμὸν προεῖπεν ὄνομα διὰ τῶν προφητῶν, καὶ ὅτι τὸν ναὸν αὐτοῦ οἰκοδομήσω ἐν Ἱεροσολύμοις ἐν τῇ Ἰουδαίᾳ χώρᾳ.” 11.5

Ταῦτα δʼ ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, τῆς αὐτοῦ προφητείας Ἡσαΐας κατέλιπεν πρὸ ἐτῶν διακοσίων καὶ δέκα· οὗτος γὰρ ἐν ἀπορρήτῳ εἶπε ταῦτα λέγειν τὸν θεόν, ὅτι βούλομαι Κῦρον ἐγὼ πολλῶν ἐθνῶν καὶ μεγάλων ἀποδείξας βασιλέα πέμψαι μου τὸν λαὸν εἰς τὴν ἰδίαν γῆν καὶ οἰκοδομῆσαί μου τὸν ναόν. 11.6ταῦτα Ἡσαΐας προεφήτευσεν ἔμπροσθεν κατασκαφῆναι τὸν ναὸν ἔτεσιν ἑκατὸν καὶ τεσσαράκοντα. ταῦτʼ οὖν ἀναγνόντα τὸν Κῦρον καὶ θαυμάσαντα τὸ θεῖον ὁρμή τις ἔλαβεν καὶ φιλοτιμία ποιῆσαι τὰ γεγραμμένα, καὶ καλέσας τοὺς ἐπιφανεστάτους τῶν ἐν Βαβυλῶνι Ἰουδαίων συγχωρεῖν αὐτοῖς ἔφη βαδίζειν εἰς τὴν αὐτῶν πατρίδα καὶ ἀναστῆσαί τε τὴν πόλιν Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ ναόν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.1 Joseph. AJ 11.5 (English) >>Joseph. AJ 11.9

Powered by PhiloLogic